Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.78 Joseph. AJ 16.84 (English) >>Joseph. AJ 16.89

16.82ἦσαν οὖν οὐ παρʼ αὐτοῦ μόνου οἱ λόγοι φυλαττομένου διʼ αὑτοῦ δόξαι τὰ τοιαῦτα καταμηνύειν, ἀλλὰ μᾶλλον ἐχρῆτο συνεργοῖς τοῖς ἀνυπόπτοις καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν βασιλέα πιστευθησομένοις αὐτὸ ποιεῖν. 16.83ἤδη δὲ πλείους ἐγεγόνεισαν οἱ κἀκεῖνον ἐφʼ οἷς ἠλπίκει θεραπεύοντες καὶ τὸν Ἡρώδην ἐκ τοῦ δοκεῖν κατʼ εὔνοιαν τὰ τοιαῦτα λέγειν ὑπαγόμενοι. καὶ τούτων πολυπροσώπως καὶ πιστῶς ἀλλήλοις συναγωνιζομένων ἔτι καὶ μᾶλλον αἱ παρὰ τῶν μειρακίων ἀφορμαὶ προσεγίνοντο· 16.84καὶ γὰρ καὶ δάκρυα πολλάκις ἦν κατʼ ἐπήρειαν ὧν ἠτιμάζοντο καὶ τῆς μητρὸς ἀνάκλησις καὶ τὸν πατέρα φανερῶς ἤδη πρὸς τοὺς φίλους οὐ δίκαιον ἐλέγχειν ἐπετήδευον, ἅπερ ἅπαντα κακοήθως ὑπὸ τῶν περὶ τὸν Ἀντίπατρον καιροφυλακούμενα καὶ μειζόνως πρὸς τὸν Ἡρώδην ἐξαγγελλόμενα προύβαινεν οὐ μικρὰν ἀπεργαζόμενα τὴν τῆς οἰκίας στάσιν. 16.85ἀχθόμενος γὰρ βασιλεὺς ταῖς διαβολαῖς καὶ ταπεινῶσαι βουλόμενος τοὺς ἐκ τῆς Μαριάμμης μείζονα ἀεὶ πρὸς τιμὴν Ἀντιπάτρῳ παρεῖχεν, καὶ τέλος ἡττηθεὶς ἐπεισήγαγε μὲν τὴν ἐκείνου μητέρα, Καίσαρι δὲ πολλάκις γράφων ὑπὲρ αὐτοῦ καὶ ἰδίᾳ συνίστη σπουδαιότερον. 16.86Ἀγρίππου γε μὴν ἀνιόντος εἰς τὴν Ῥώμην μετὰ τὴν διοίκησιν τῶν ἐπὶ τῆς Ἀσίας δεκαετῆ γεγενημένην, πλεύσας ἀπὸ τῆς Ἰουδαίας καὶ συντυγχάνων μόνον τε τὸν Ἀντίπατρον ἐπήγετο καὶ παρέδωκεν εἰς Ῥώμην ἀνάγειν μετὰ πολλῶν δώρων Καίσαρι φίλον ἐσόμενον, ὥστε ἤδη πάντα δοκεῖν ἐπʼ ἐκείνῳ καὶ παρεῶσθαι παντάπασιν ἐκ τῆς ἀρχῆς τὰ μειράκια.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.78 Joseph. AJ 16.84 (English) >>Joseph. AJ 16.89

Powered by PhiloLogic